Παρασκευή 27 Ιανουαρίου 2012

Ο ΑΛΕΞΑΝΔΡΟΣ ΣΤΟ ΘΡΥΛΟ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ (πρόσκληση)

ο Αλέξανδρος μιλάει με έναν σοφό, ψάχνοντας την πηγή της ζωής

Η 17η Φεβρουαρίου είναι η Παγκόσμια ημέρα ξεναγού.

Με αυτή την ευκαιρία το Ινστιτούτο "ΑΡΙΣΤΟΤΕΛΗΣ"
φιλοξενεί την ξεναγό Ευγενία Κούκουρα
και σας προσκαλεί να δείτε την ταινία της:

"Ο ΑΛΕΞΑΝΔΡΟΣ ΣΤΟ ΘΡΥΛΟ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ"

που δημιούργησε σε συνεργασία με το ζεύγος

Γεωργίου Αγγέλη και Χρυσούλας Ματσιαρόκου

( Eskandar) Αλέξανδρος ο Μέγας περνάει τις πύλες του σκότους

Η ταινία θα προβληθεί στις 16 Φεβρουαρίου 2012 και ώρα 19:00

στο κινηματοθέατρο ΑΛΕΞΑΝΔΡΟΣ (στη Λέσχη Αξιωματικών Θεσσαλονίκης)

Η είσοδος είναι ελεύθερη

Είστε όλοι προσκεκλημένοι



Δευτέρα 24 Νοεμβρίου 2008

ΔΙΟΔΩΡΟΣ ΣΙΚΕΛΙΩΤΗΣ

[16,91] XCI. ἐπ' ἄρχοντος δ' Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Πόπλιον καὶ Τιβέριον Αἰμίλιον Μάμερκον, Ὀλυμπιὰς δ' ἤχθη πρώτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθ' ἣν ἐνίκα στάδιον Κλεόμαντις Κλειτόριος. (2) ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. ἡ δ' ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν: ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων. (3) ὁ μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι: τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι. (4) οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος. (5) ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων. (6) διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους. σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.

[16,92] XCII. τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατ' ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων. (2)ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον. διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ. (3) ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν. ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος ὁ τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτ' ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα: φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖθ' ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ πρόσω βιοτὰν τεκμαιρόμενοι. ὁ δ' ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπων σκοτίαν, ἄφνω δ' ἄφαντος προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας θνατῶν πολύμοχθος Ἅιδας καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν. (4) ὁ δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι. (5) τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δ' ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτο θαυμαστῶς κεκοσμημένα: σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.

[16,95] XCV. Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθ' ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι. (2) δοκεῖ δ' οὗτος ὁ βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρ' Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.

[17,3] ᾿Αλέξανδρος δὲ πυθόμενος πολλοὺς τῶν ῾Ελλήνων μετεώρους εἶναι πρὸς καινοτομίαν εἰς πολλὴν ἀγωνίαν ἐνέπιπτεν. (2) ᾿Αθηναῖοι μὲν γὰρ Δημοσθένους δημαγωγοῦντος κατὰ τῶν Μακεδόνων τήν τε Φιλίππου τελευτὴν ἀσμένως ἤκουσαν καὶ τῆς ἡγεμονίας τῶν ῾Ελλήνων οὐκ ἐξεχώρουν τοῖς Μακεδόσι, διαπρεσβευσάμενοι δὲ πρὸς ῎Ατταλον ἐν ἀπορρήτοις συνετίθεντο κοινοπραγίαν καὶ πολλὰς τῶν πόλεων προετρέποντο τῆς ἐλευθερίας ἀντέχεσθαι· (3) Αἰτωλοὶ δὲ κατάγειν τοὺς ἐξ ᾿Ακαρνανίας φυγάδας ἐψηφίσαντο διὰ Φιλίππου πεῖραν εἰληφότας τῆς φυγῆς. ᾿Αμβρακιῶται δὲ πεισθέντες ᾿Αριστάρχῳ τὴν μὲν ὑπὸ Φιλίππου κατασταθεῖσαν φρουρὰν ἐξέβαλον, τὴν δὲ πόλιν ἐποίησαν δημοκρατεῖσθαι· (4) Ὁμοίως δὲ τούτοις Θηβαῖοι τὴν μὲν ἐν τῇ Καδμείᾳ φρουρὰν ἐκβαλεῖν ἐψηφίσαντο, τῷ δ' ᾿Αλεξάνδρῳ μὴ συγχωρεῖν τὴν τῶν ῾Ελλήνων ἡγεμονίαν. ᾿Αρκάδες δὲ οὔτε Φιλίππῳ συνεχώρησαν τὴν ἡγεμονίαν μόνοι τῶν ῾Ελλήνων οὔτ' ᾿Αλεξάνδρῳ προσέσχον·

[17,4] Πρώτους δὲ Θετταλοὺς ὑπομνήσας τῆς ἀρχαίας ἀφ' ῾Ηρακλέους συγγενείας καὶ λόγοις φιλανθρώποις, ἔτι δὲ μεγάλαις ἐπαγγελίαις μετεωρίσας ἔπεισε τὴν πατροπαράδοτον ἡγεμονίαν (τῆς ῾Ελλάδος) αὐτῷ συγχωρῆσαι κοινῷ τῆς Θετταλίας δόγματι. (9) Ὁ δὲ ᾿Αλέξανδρος τοῖς πρέσβεσι τῶν ᾿Αθηναίων φιλανθρώπους ἀποκρίσεις δοὺς ἀπέλυσε τοῦ πολλοῦ φόβου τὸν δῆμον. Τοῦ δ' ᾿Αλεξάνδρου παραγγείλαντος εἰς Κόρινθον ἀπαντᾶν τάς τε πρεσβείας καὶ τοὺς συνέδρους, ἐπειδὴ συνῆλθον οἱ συνεδρεύειν εἰωθότες, διαλεχθεὶς ὁ βασιλεὺς καὶ λόγοις ἐπιεικέσι χρησάμενος ἔπεισε τοὺς ῞Ελληνας ψηφίσασθαι στρατηγὸν αὐτοκράτορα τῆς ῾Ελλάδος εἶναι τὸν ᾿Αλέξανδρον καὶ συστρατεύειν ἐπὶ τοὺς Πέρσας ὑπὲρ ὧν εἰς τοὺς ῞Ελληνας ἐξήμαρτον. Τυχὼν δὲ ταύτης τῆς τιμῆς ὁ βασιλεὺς ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν.

[17,67] Μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρακατέστησε τοὺς διδάξοντας τὴν ῾Ελληνικὴν διάλεκτον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τεταρταῖος ἐπὶ τὸν Τίγριν ποταμὸν ἀφίκετο.

[17,94] (2) Πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο· καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν ῾Ελληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν ᾿Ινδῶν περιβλήματα.


ΑΡΡΙΑΝΟΣ

1.[1,9] Καὶ πάθος τοῦτο Ἑλληνικὸν μεγέθει τε τῆς ἁλούσης πόλεως καὶ ὀξύτητι τοῦ ἔργου, οὐχ ἥκιστα δὲ τῷ παραλόγῳ ἔς τε τοὺς παθόντας καὶ τοὺς δράσαντας, οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας ἢ καὶ αὐτοὺς τοὺς μετασχόντας τοῦ ἔργου ἐξέπληξε. τὰ μὲν γὰρ περὶ Σικελίαν Ἀθηναίοις ξυνενεχθέντα, εἰ καὶ πλήθει τῶν ἀπολομένων οὐ μείονα τὴν ξυμφορὰν τῇ πόλει ἤνεγκεν, ἀλλὰ τῷ τε πόρρω ἀπὸ τῆς οἰκείας διαφθαρῆναι αὐτοῖς τὸν στρατόν, καὶ τὸν πολὺν ξυμμαχικὸν μᾶλλον ἢ οἰκεῖον ὄντα, καὶ τῷ τὴν πόλιν αὐτοῖς περιλειφθῆναι, ὡς καὶ ἐς ὕστερον ἐπὶ πολὺ τῷ πολέμῳ ἀντισχεῖν Λακεδαιμονίοις τε καὶ τοῖς ξυμμάχοις καὶ μεγάλῳ βασιλεῖ πολεμοῦντας, οὔτε αὐτοῖς τοῖς παθοῦσιν ἴσην τὴν αἴσθησιν τῆς ξυμφορᾶς προσέθηκεν, οὔτε τοῖς ἄλλοις Ἕλλησιν τὴν ἐπὶ τῷ πάθει ἔκπληξιν ὁμοίαν παρέσχε. καὶ τὸ ἐν Αἰγὸς ποταμοῖς αὖθις Ἀθηναίων πταῖσμα ναυτικόν τε ἦν καὶ ἡ πόλις οὐδὲν ἄλλο ὅτι μὴ τῶν μακρῶν τειχῶν καθαιρέσει καὶ νεῶν τῶν πολλῶν παραδόσει καὶ στερήσει τῆς ἀρχῆς ἐς ταπεινότητα ἀφικομένη τό τε σχῆμα τὸ πάτριον ὅμως ἐφύλαξε καὶ τὴν δύναμιν οὐ διὰ μακροῦ τὴν πάλαι ἀνέλαβεν, ὡς τά τε μακρὰ τείχη ἐκτειχίσαι καὶ τῆς θαλάσσης αὖθις ἐπικρατῆσαι καὶ τοὺς τότε φοβερούς σφισι Λακεδαιμονίους καὶ παρ' ὀλίγον ἐλθόντας ἀφανίσαι τὴν πόλιν αὐτοὺς ἐν τῷ μέρει ἐκ τῶν ἐσχάτων κινδύνων διασώσασθαι. Λακεδαιμονίων τε αὖ τὸ κατὰ Λεῦκτρα καὶ Μαντίνειαν πταῖσμα τῷ παραλόγῳ μᾶλλόν τι τῆς ξυμφορᾶς ἢ τῷ πλήθει τῶν {τε} ἀπολομένων τοὺς Λακεδαιμονίους ἐξέπληξεν. ἥ τε ξὺν Ἐπαμεινώνδᾳ Βοιωτῶν καὶ Ἀρκάδων γενομένη προσβολὴ πρὸς τὴν Σπάρτην καὶ αὐτὴ τῷ ἀήθει τῆς ὄψεως μᾶλλον ἢ τῇ ἀκριβείᾳ τοῦ κινδύνου αὐτούς τε τοὺς Λακεδαιμονίους καὶ τοὺς ξυμμετασχόντας αὐτοῖς τῶν τότε πραγμάτων ἐφόβησεν. ἡ δὲ δὴ Πλαταιῶν ἅλωσις τῆς πόλεως τῇ σμικρότητι .... τῶν ἐγκαταληφθέντων, ὅτι οἱ πολλοὶ αὐτῶν διαπεφεύγεσαν πάλαι ἐς τὰς Ἀθήνας, οὐ μέγα πάθημα ἐγένετο. καὶ ἡ Μήλου καὶ Σκιώνης ἅλωσις, νησιωτικά τε πολίσματα ἦν καὶ τοῖς δράσασιν αἰσχύνην μᾶλλόν τι προσέβαλεν ἢ ἐς τὸ ξύμπαν Ἑλληνικὸν μέγαν τὸν παράλογον παρέσχε. Θηβαίοις δὲ τὰ τῆς ἀποστάσεως ὀξέα καὶ ξὺν οὐδενὶ λογισμῷ γενόμενα, καὶ ἡ ἅλωσις δι' ὀλίγου τε καὶ οὐ ξὺν πόνῳ τῶν ἑλόντων ξυνενεχθεῖσα, καὶ ὁ φόνος <ὁ> πολύς, οἷα δὴ ἐξ ὁμοφύλων τε καὶ παλαιὰς ἀπεχθείας ἐπεξιόντων, καὶ ὁ τῆς πόλεως παντελὴς ἀνδραποδισμός, δυνάμει τε καὶ δόξῃ ἐς τὰ πολέμια τῶν τότε προεχούσης ἐν τοῖς Ἕλλησιν, οὐκ ἔξω τοῦ εἰκότος ἐς μῆνιν τὴν ἀπὸ τοῦ θείου ἀνηνέχθη, ὡς τῆς τε ἐν τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μακροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους, καὶ τῆς Πλαταιῶν ἔν τε ταῖς σπονδαῖς καταλήψεως καὶ τοῦ παντελοῦς ἀνδραποδισμοῦ τῆς πόλεως, καὶ τῆς τῶν παραδόντων σφᾶς Λακεδαιμονίοις οὐχ Ἑλληνικῆς γενομένης διὰ Θηβαίους σφαγῆς, καὶ τοῦ χωρίου τῆς ἐρημώσεως, ἐν ὅτῳ οἱ Ἕλληνες παραταξάμενοι Μήδοις ἀπώσαντο τῆς Ἑλλάδος τὸν κίνδυνον, καὶ ὅτι Ἀθηναίους αὐτοὶ τῇ ψήφῳ ἀπώλλυον, ὅτε ὑπὲρ ἀνδραποδισμοῦ τῆς πόλεως γνώμη προὐτέθη ἐν τοῖς Λακεδαιμονίων ξυμμάχοις. ἐπεὶ καὶ πρὸ τῆς ξυμφορᾶς πολλὰ ἀπὸ τοῦ θείου ἐπισημῆναι ἐλέγετο, ἃ δὴ ἐν μὲν τῷ παραυτίκα ἠμελήθη, ὕστερον δὲ ἡ μνήμη αὐτὰ ἐς λογισμὸν τοῦ ἐκ πάλαι ἐπὶ τοῖς ξυνενεχθεῖσιν προσημανθῆναι ἀνήνεγκεν. Τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατανεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς. παῖδας δὲ καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν ἱερέων τε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου ἢ Ἀλεξάνδρου ἢ ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδραποδίσαι. καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύλαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις Ὀρχόμενόν τε καὶ Πλαταιὰς ἀναστῆσαί τε καὶ τειχίσαι οἱ ξύμμαχοι ἔγνωσαν.

[1,10] Ἐς δὲ τοὺς ἄλλους Ἕλληνας ὡς ἐξηγγέλθη τῶν Θηβαίων τὸ πάθος, Ἀρκάδες μὲν, ὅσοι βοηθήσοντες Θηβαίοις ἀπὸ τῆς οἰκείας ὡρμήθησαν, θάνατον κατεψηφίσαντο τῶν ἐπαράντων σφᾶς ἐς τὴν βοήθειαν. Ἠλεῖοι δὲ τοὺς φυγάδας σφῶν κατεδέξαντο, ὅτι ἐπιτήδειοι Ἀλεξάνδρῳ ἦσαν. Αἰτωλοὶ δὲ πρεσβείας σφῶν κατὰ ἔθνη πέμψαντες ξυγγνώμης τυχεῖν ἐδέοντο, ὅτι καὶ αὐτοί τι πρὸς τὰ παρὰ τῶν Θηβαίων ἀπαγγελθέντα ἐνεωτέρισαν. Ἀθηναῖοι δέ, μυστηρίων τῶν μεγάλων ἀγομένων ὡς ἧκόν τινες τῶν Θηβαίων ἐξ αὐτοῦ τοῦ ἔργου, τὰ μὲν μυστήρια ἐκπλαγέντες ἐξέλιπον, ἐκ δὲ τῶν ἀγρῶν ἐσκευαγώγουν ἐς τὴν πόλιν. ὁ δῆμος δὲ ἐς ἐκκλησίαν συνελθὼν Δημάδου γράψαντος δέκα πρέσβεις ἐκ πάντων Ἀθηναίων ἐπιλεξάμενος πέμπει παρὰ Ἀλέξανδρον, οὕστινας ἐπιτηδειοτάτους Ἀλεξάνδρῳ ἐγίγνωσκον, ὅτι τε σῶος ἐξ Ἰλλυριῶν καὶ Τριβαλλῶν ἐπανῆλθε χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας καὶ ὅτι Θηβαίους τοῦ νεωτερισμοῦ ἐτιμωρήσατο. ὁ δὲ τὰ μὲν ἄλλα φιλανθρώπως πρὸς τὴν πρεσβείαν ἀπεκρίνατο, ἐπιστολὴν δὲ γράψας πρὸς τὸν δῆμον ἐξῄτει τοὺς ἀμφὶ Δημοσθένην καὶ Λυκοῦργον. καὶ Ὑπερείδην δὲ ἐξῄτει καὶ Πολύευκτον καὶ Χάρητα καὶ Χαρίδημον καὶ Ἐφιάλτην καὶ Διότιμον καὶ Μοιροκλέα. τούτους γὰρ αἰτίους εἶναι τῆς τε ἐν Χαιρωνείᾳ ξυμφορᾶς τῇ πόλει γενομένης καὶ τῶν ὕστερον ἐπὶ τῇ Φιλίππου τελευτῇ πλημμεληθέντων ἔς τε αὑτὸν καὶ ἐς Φίλιππον. καὶ Θηβαίοις δὲ τῆς {τε} ἀποστάσεως ἀπέφαινεν αἰτίους οὐ μεῖον ἢ τοὺς αὐτῶν Θηβαίων νεωτερίσαντας. Ἀθηναῖοι δὲ τοὺς μὲν ἄνδρας οὐκ ἐξέδοσαν, πρεσβεύονται δὲ αὖθις παρὰ Ἀλέξανδρον, ἀφεῖναι δεόμενοι τὴν ὀργὴν τοῖς ἐξαιτηθεῖσι. καὶ Ἀλέξανδρος ἀφῆκε, τυχὸν μὲν αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν στόλου, οὐκ ἐθέλων οὐδὲν ὕποπτον ἐν τοῖς Ἕλλησιν ὑπολείπεσθαι. Χαρίδημον μέντοι μόνον τῶν ἐξαιτηθέντων τε καὶ οὐ δοθέντων φεύγειν ἐκέλευσε. καὶ φεύγει Χαρίδημος ἐς τὴν Ἀσίαν παρὰ βασιλέα Δαρεῖον.

[1,11] Ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδονίαν. καὶ τῷ τε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπ' Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια. οἱ δὲ καὶ ταῖς Μούσαις λέγουσιν ὅτι ἀγῶνα ἐποίησε. καὶ ἐν τούτῳ ἀγγέλλεται τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν Πιερίδι ἱδρῶσαι ξυνεχῶς. καὶ ἄλλοι ἄλλα ἐπεθείαζον τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάντις, θαρρεῖν ἐκέλευσεν Ἀλέξανδρον. δηλοῦσθαι γὰρ, ὅτι ποιηταῖς ἐπῶν τε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν ἔχουσι πολὺς πόνος ἔσται ποιεῖν τε καὶ ἄδειν Ἀλέξανδρον καὶ τὰ Ἀλεξάνδρου ἔργα.

Macedonian princess Berenice conquered
the four-horse chariot game in the Olympics.
Posidippus, Epigrams, Pap. Mil. Vogl. VIII 309

Hippika

AB 78 (XII 20-33) Tell, you poets, of my glory, if you sometimes like to say what is known,
that my renown is of ancient origin.
For with the chariot my forefather Ptolemy won victory
upon driving the horses in Pisa's hippodrome,
and the mother of my father Berenike.
With the chariot again my father gained victory,
king, son of a king,with the same name as his father.
And Arsinoe gained all three victories together from the same session.
Holy family of women ...
... virginal ...These glories with the chariot Olympia looked upon from one house

and sons of sons bearing away the prize.
Sing, Macedonians, of Berenike's crown, the ruler queen,
conquered with the full grown four-horse chariot.

(Translated by M। Fantuzzi)


AB 78 (XII 20-33)


Recount, oh ye poets, my glory, if ever it pleases you
to tell of what is known, as my renown is ancient;
for with the chariot my forefather Ptolemy won
driving his horses through the stadion of Pisa,
and Berenice, my father’s mother.
With the chariot again my father scored victory,
a king descended from a king,named after his father.
And in a single competition Arsinoe
scored all three victories for harnessed races;
I now honor the holy family of my father … of women … virginal …
These victories from a single house Olympia saw
and the children's children were heralded victors with their chariots.
Sing, Macedonians, of Berenice’s crown who conquered
with the full-grown four-horse chariot




Skylax floruit ca. 515 a. Chr. n.
about Hellenic cities of Macedonia



66. MACEDONIA.


And from Penetes river are the Macedonian nation, and the gulf of Therma. First city of Macedonia Herakleion; then Dion; Pydna; a Hellenic city; Methone, a Hellenic city; and theHaliakmon river; Aloros, a city with the river Lydias; Pella, a city with a royal seat in it, and there is a voyage inland to it up the Lydias; the Axios river; the Echedoros river; Therme, a city; Aineia, Hellenic; Pallene, a long cape stretching up into the open sea; and the following Hellenic cities in Pallene: Potidaia barring the isthmus in the middle; Mende, Aphytis, Thrambeïs; Skione; Kanastraion, the sacred promontory of Pallene. And outside the isthmus the following cities: Olynthos, Hellenic; Mekyberna, Hellenic; Sermylia, Hellenic, withthe Sermylic gulf; Torone, a Hellenic city with a harbour; Dion, Hellenic; Thyssos, Hellenic; Kleonai, Hellenic; Athos Mountain; Akrothoöi, Hellenic; Charadrous, Hellenic; Olophyxos, Hellenic; Akanthos, Hellenic; Alapta, Hellenic; Arethousa, Hellenic; Bolbe Lake; Apollonia, Hellenic. And there are also many others in Macedonia in the interior. And it is gulf-shaped: And the coastal voyage around the gulfs is of two days. And after Macedonia the Strymon river; this bounds Macedonia and Thrace.


Περίπλους τῆς θαλάσσης τῆς οἰκουμένης
Εὐρώπης καὶ Ἀσίας καὶ Λιβύης

Μακεδονία. 66

Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνίς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμός, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῆι καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν· Ἄξιος ποταμός, Ἐχέδωρος ποταμός, Θέρμη πόλις, Αἴνεια Ἑλληνίς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῆι Παλλήνηι Ἑλληνίδες· Ποτίδαια ἐν τῶι μέσωι τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηΐς, Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν ἀκρωτήριον. Ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδε· Ὄλυνθος Ἑλληνίς, Μηκύβερνα Ἑλληνίς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικός, Τορώνη πόλις Ἑλληνὶς καὶ λιμήν, Δῖον Ἑλληνίς, Θυσσὸς Ἑλληνίς, Κλεωναὶ Ἑλληνίς, Ἄθος ὄρος, Ἀκρόθωοι Ἑλληνίς, Χαραδροῦς Ἑλληνίς, Ὀλόφυξος Ἑλληνίς, Ἄκανθος Ἑλληνίς, Ἄλαπτα Ἑλληνίς, Ἀρέθουσα Ἑλληνίς, Βολβὴ λίμνη, Ἀπολλονία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογείαι πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδονίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ Θράικην.

Σκύλαξ, ναύτης καὶ γεωγράφος,
Καρυανδεὺς ἦν τὸ γένος.
ἤκμασε περὶ τὸ ἔτος 515 πρὸ τῆς Χριστοῦ γενετῆς.

Ἡρόδοτος·

Τῆς δὲ Ἀσίης τὰ πολλὰ ὑπὸ Δαρείου ἐξευρέθη, ὃς βουλόμενος Ἰνδὸν ποταμόν, ὃς κροκοδείλους δεύτερος οὗτος ποταμῶν πάντων παρέχεται, τοῦτον τὸν ποταμὸν εἰδέναι τῆι ἐς θάλασσαν ἐκδιδοῖ, πέμπει πλοίοισι ἄλλους τε τοῖσι ἐπίστευε τὴν ἀληθείην ἐρέειν καὶ δὴ καὶ Σκύλακα ἄνδρα Καρυανδέα. οἳ δὲ ὁρμηθέντες ἐκ Κασπατύρου τε πόλιος καὶ τῆς Πακτυικῆς γῆς ἔπλεον κατὰ ποταμὸν πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐς θάλασσαν, διὰ θαλάσσης δὲ πρὸς ἑσπέρην πλέοντες τριηκοστῶι μηνὶ ἀπικνέονται ἐς τοῦτον τὸν χῶρον ὅθεν ὁ Αἰγυπτίων βασιλεὺς τοὺς Φοίνικας τοὺς πρότερον εἶπα ἀπέστειλε περιπλώειν Λιβύην.
(Hist. Μελπομένη, 4,44,1-2)

editiones:
Skylax, Fragmenta
in: Die Fragmente der griechischen Historiker (FGrHist) III C, 709
ed. F. Jacobi, Berlin 1923/Leiden 1958
Pseudo-Skylax, Periplus
in: Geographi Graeci Minores (GGM) I, 15-96
ed. C. Müller, Paris 1855-61
Pseudo-Skylax, Le Périple du Pont-Euxin.
Texte, traduction, commentaire philologique et historique
Scripta Antiqua 8
ed. P. Counillon, Bordeaux 2004

MACEDON AND MACEDONIA

DIODORUS CICULUS


[1,18] Τῷ δ´ οὖν Ὀσίριδι συνεστρατεῦσθαι δύο λέγουσιν υἱοὺς Ἄνουβίν τε καὶ Μακεδόνα, διαφέροντας ἀνδρείᾳ। ἀμφοτέρους δὲ χρήσασθαι τοῖς ἐπισημοτάτοις ὅπλοις ἀπό τινων ζῴων οὐκ ἀνοικείων τῇ περὶ αὐτοὺς εὐτολμίᾳ· τὸν μὲν γὰρ Ἄνουβιν περιθέσθαι κυνῆν, τὸν δὲ Μακεδόνα λύκου προτομήν· ἀφ´ ἧς αἰτίας καὶ τὰ ζῷα ταῦτα τιμηθῆναι παρὰ τοῖς Αἰγυπτίοις. παραλαβεῖν δ´ ἐπὶ τὴν στρατείαν καὶ τὸν Πᾶνα, διαφερόντως ὑπὸ τῶν Αἰγυπτίων τιμώμενον· τούτῳ γὰρ τοὺς ἐγχωρίους οὐ μόνον ἀγάλματα πεποιηκέναι κατὰ πᾶν ἱερόν, ἀλλὰ καὶ πόλιν ἐπώνυμον κατὰ τὴν Θηβαΐδα, καλουμένην μὲν ὑπὸ τῶν ἐγχωρίων Χεμμώ,μεθερμηνευομένην δὲ Πανὸς πόλιν. συνέπεσθαι δὲ καὶ τῆς γεωργίας ἐμπειρίαν ἔχοντας, τῆς μὲν περὶ τὴν ἄμπελον φυτείας Μάρωνα, τοῦ δὲ κατὰ τὸν σῖτονσπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον. πάντων δ´ εὐτρεπῶν γενομένων τὸν Ὄσιριν, εὐξάμενον τοῖς θεοῖς θρέψειν τὴν κόμην μέχρι ἂν εἰς Αἴγυπτον ἀνακάμψῃ, τὴν πορείαν ποιεῖσθαι δι´ Αἰθιοπίας· δι´ ἣν αἰτίαν μέχρι τῶν νεωτέρων χρόνων ἐνισχῦσαι τὸ περὶ τῆς κόμης νόμιμον παρ´ Αἰγυπτίοις, καὶ τοὺς ποιουμένους τὰς ἀποδημίας μέχρι τῆς εἰς οἶκον ἀνακομιδῆς κομοτροφεῖν.ὄντι δ´ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δ´ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφ´ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι.τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας. κατὰ δὲ τὴν Αἰθιοπίαν διδάξαντα τοὺς ἀνθρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους.

[1,19] Τούτων δ´ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν· διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως. διὰ δὲ τὴν ὀξύτητα καὶ τὴν βίαν τοῦ κατενεχθέντος ῥεύματος τὸν μὲν ποταμὸν Ἀετὸνὀνομασθῆναι, τὸν δ´ Ἡρακλέα, μεγαλεπίβολον ὄντα καὶ τὴν ἀνδρείαν ἐζηλωκότα, τό τε γενόμενον ἔκρηγμα ταχέως ἐμφράξαι καὶ τὸν ποταμὸν ἐπὶ τὴν προϋπάρξασαν ῥύσιν ἀποστρέψαι. διὸ καὶ τῶν παρ´ Ἕλλησι ποιητῶν τινας εἰς μῦθον ἀγαγεῖν τὸ πραχθέν, ὡς Ἡρακλέους τὸν ἀετὸν ἀνῃρηκότος τὸν τὸ τοῦ Προμηθέως ἧπαρ ἐσθίοντα. τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός· ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Ἀετὸν ὀνομασθῆναι, ὕστερον δ´ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώραςπροσαγορευθῆναι· μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δ´ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς θάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου· τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως. τὸν δ´ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆςΑἰθιοπίας ὅρους τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθ´ ὅσον ἂν ᾖ χρεία. ἔπειτα ποιήσασθαι τὴν πορείαν δι´ Ἀραβίας παρὰ τὴν Ἐρυθρὰν θάλατταν ἕως Ἰνδῶν καὶ τοῦ πέρατος τῆς οἰκουμένης. κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς, ἐν αἷς καὶ Νῦσαν ὀνομάσαι, βουλόμενον μνημεῖον ἀπολιπεῖνἐκείνης καθ´ ἣν ἐτράφη κατ´ Αἴγυπτον. φυτεῦσαι δὲ καὶ κιττὸν ἐν τῇ παρ´ Ἰνδοῖς Νύσῃ, καὶ διαμένειν τοῦτο τὸ φυτὸν ἐν ἐκείνῳ μόνῳ τῷ τόπῳ τῶν τε κατὰ τὴν Ἰνδικὴν καὶ τὴν ὅμορον χώραν. πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατ´ ἐκείνην τὴν χώραν, δι´ ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.

[1,20] Γενέσθαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας. ἐπελθεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ κατὰ μὲν τὴν Θρᾴκην Λυκοῦργον τὸν βασιλέα τῶν βαρβάρων ἐναντιούμενον τοῖς ὑπ´ αὐτοῦ πραττομένοις ἀποκτεῖναι, Μάρωνα δὲ γηραιὸν ἤδη καθεστῶτα καταλιπεῖν ἐπιμελητὴν τῶν ἐν ταύτῃ τῇ χώρᾳ φυτευομένων, καὶ κτίστην αὐτὸν ποιῆσαι τῆς ἐπωνύμου πόλεως, ἣν ὀνομάσαι Μαρώνειαν.
καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπ´ ἐκείνου προσαγορευθείσης Μακεδονίας,
Τριπτολέμῳδ´ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελθόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι. εἰ δέ τις χώρα τὸ φυτὸν τῆς ἀμπέλου μὴ προσδέχοιτο, διδάξαι τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας τε καὶ δυνάμεως. ἐπανελθόντα δ´ εἰς τὴν Αἴγυπτον συναποκομίσαι δῶρά τε πανταχόθεν τὰ κράτιστα καὶ διὰ τὸ μέγεθος τῶν εὐεργεσιῶνσυμπεφωνημένην λαβεῖν παρὰ πᾶσι τὴν ἀθανασίαν καὶ τὴν ἴσην τοῖς οὐρανίοιςτιμήν. μετὰ δὲ ταῦτ´ ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγαλύνοντας τοῦ θεοῦ τὴν δύναμιν.

[1,21] Τῶν δ´ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοιςπαρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς ἐξενεχθῆναι τὸ σιωπώμενον. φασὶ γὰρ νομίμως βασιλεύοντα τῆς Αἰγύπτου τὸν Ὄσιριν ὑπὸ Τυφῶνος ἀναιρεθῆναι τἀδελφοῦ, βιαίου καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον πάντας μετασχεῖν τοῦ μύσους, καὶ διὰ τούτουνομίζοντα συναγωνιστὰς ἕξειν καὶ φύλακας τῆς βασιλείας βεβαίους. τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου· ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας βασιλεῦσαι τῆς Αἰγύπτου. γενέσθαι δὲ τὴν μάχην παρὰ τὸν ποταμὸν πλησίον τῆς νῦν Ἀνταίου κώμης καλουμένης, ἣν κεῖσθαι μὲν λέγουσινἐν τῷ κατὰ τὴν Ἀραβίαν μέρει, τὴν προσηγορίαν δ´ ἔχειν ἀπὸ τοῦ κολασθέντος ὑφ´ Ἡρακλέους Ἀνταίου, τοῦ κατὰ τὴν Ὀσίριδος ἡλικίαν γενομένου. τὴν δ´ οὖν Ἶσιν πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων ἀνευρεῖν· βουλομένην δὲ τὴν τἀνδρὸς ταφὴν ἄδηλον ποιῆσαι καὶ τιμωμένην παρὰ πᾶσι τοῖς τὴν Αἴγυπτον κατοικοῦσι, συντελέσαι τὸ δόξαν τοιῷδέ τινι τρόπῳ. ἑκάστῳ τῶν μερῶν περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ· εἰσκαλεσαμένην δὲ κατὰ γένη τῶν ἱερέων ἐξορκίσαι πάντας μηδενὶ δηλώσειν τὴν δοθησομένην αὐτοῖς πίστιν, κατ´ ἰδίαν δ´ ἑκάστοις εἰπεῖν ὅτι μόνοις ἐκείνοις παρατίθεται τὴν τοῦ σώματος ταφήν, καὶ τῶν εὐεργεσιῶν ὑπομνήσασαν παρακαλέσαι θάψαντας ἐν τοῖς ἰδίοις τόποις τὸ σῶμα τιμᾶν ὡς θεὸν τὸν Ὄσιριν, καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ´ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσι, καὶ τοῦτ´ ἐν μὲν τῷ ζῆν τιμᾶν, καθάπερ καὶ πρότερον τὸν Ὄσιριν, μετὰ δὲ τὴν τελευτὴν τῆς ὁμοίας ἐκείνῳ κηδείας ἀξιοῦν. βουλομένην δὲ τὴν Ἶσιν καὶ τῷ λυσιτελεῖ προτρέψασθαι τοὺς ἱερεῖς ἐπὶ τὰς προειρημένας τιμάς, τὸ τρίτον μέρος τῆς χώρας αὐτοῖς δοῦναι πρὸς τὰς τῶν θεῶν θεραπείας τε καὶ λειτουργίας. τοὺς δ´ ἱερεῖς λέγεται,μνημονεύοντας τῶν Ὀσίριδος εὐεργεσιῶν καὶ τῇ παρακαλούσῃ βουλομένους χαρίζεσθαι, πρὸς δὲ τούτοις τῷ λυσιτελεῖ προκληθέντας, πάντα πρᾶξαι κατὰ τὴν Ἴσιδος ὑποθήκην. διὸ καὶ μέχρι τοῦ νῦν ἑκάστους τῶν ἱερέων ὑπολαμβάνειν παρ´ ἑαυτοῖς τεθάφθαι τὸν Ὄσιριν, καὶ τά τε ἐξ ἀρχῆςκαθιερωθέντα ζῷα τιμᾶν, καὶ τελευτησάντων αὐτῶν ἐν ταῖς ταφαῖς ἀνανεοῦσθαι τὸ τοῦ Ὀσίριδος πένθος. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τὰ ζῷα τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι μάλιστα πρός τε τὸν σπόρον καὶ τὰς κοινὰς ἁπάντων ἐκ τῆς γεωργίας ὠφελείας.
Macedonians ancestors
were Greeks-Dorians

Herodotus Book 1: Clio

56. By these lines when they came to him Crœsus was pleased more than by all the rest, for he supposed that a mule would never be ruler of the Medes instead of a man, and accordingly that he himself and his heirs would never cease from their rule. Then after this he gave thought to inquire which people of the Hellenes he should esteem the most powerful and gain over to himself as friends. And inquiring he found that the Lacedemonians and the Athenians had the pre-eminence, the first of the Dorian and the others of the Ionian race. For these were the most eminent races in ancient time, the second being a Pelasgian and the first a Hellenic race: and the one never migrated from its place in any direction, while the other was very exceedingly given to wanderings; for in the reign of Deucalion this race dwelt in Pthiotis, and in the time of Doros the son of Hellen in the land lying below Ossa and Olympos, which is called Histiaiotis; and when it was driven from Histiaiotis by the sons of Cadmos, it dwelt in Pindos and was called Makedonian; and thence it moved afterwards to Dryopis, and from Dryopis it came finally to Peloponnesus, and began to be called Dorian.

56. [1] τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι ὁ Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη, ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ᾽ ἀνδρὸς βασιλεύσειν Μήδων, οὐδ᾽ ὦν αὐτὸς οὐδὲ οἱ ἐξ αὐτοῦ παύσεσθαι κοτὲ τῆς ἀρχῆς. μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους, [2] ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους καὶ Ἀθηναίους προέχοντας τοὺς μὲν τοῦ Δωρικοῦ γένεος τοὺς δὲ τοῦ Ἰωνικοῦ. ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικὸν τὸ δὲ Ἑλληνικὸν ἔθνος. καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. [3] ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν Φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην, καλεομένην δὲ Ἱστιαιῶτιν· ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, οἴκεε ἐν Πίνδῳ Μακεδνὸν καλεόμενον· ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη καὶ ἐκ τῆς Δρυοπίδος οὕτω ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη.
Who was the Alexander's the great ancestor

HERODOTUS BOOK 8


137. Now of this Alexander the seventh ancestor was that Perdiccas who first became despot of the Macedonians, and that in the manner which here follows:--From Argos there fled to the Illyrians three brothers of the descendents of Temenos, Gauanes, Aëropos, and Perdiccas; and passing over from the Illyrians into the upper parts of Macedonia they came to the city of Lebaia। There they became farm- servants for pay in the household of the king, one pasturing horses, the second oxen, and the youngest of them, namely Perdiccas, the smaller kinds of cattle; for in ancient times even those who were rulers over men were poor in money, and not the common people only; and the wife of the king cooked for them their food herself. And whenever she baked, the loaf of the boy their servant, namely Perdiccas, became double as large as by nature it should be. When this happened constantly in the same manner, she told it to her husband, and he when he heard it conceived forthwith that this was a portent and tended to something great. He summoned the farm-servants therefore, and gave notice to them to depart out of his land; and they said that it was right that before they went forth they should receive the wages which were due. Now it chanced that the sun was shining into the house down through the opening which received the smoke, and the king when he heard about the wages said, being infatuated by a divine power: "I pay you then this for wages, and it is such as ye deserve," pointing to the sunlight. So then Gauanes and Aëropos the elder brothers stood struck with amazement when they heard this, but the boy, who happened to have in his hand a knife, said these words: "We accept, O king, that which thou dost give;" and he traced a line with his knife round the sunlight on the floor of the house, and having traced the line round he thrice drew of the sunlight into his bosom, and after that he departed both himself and his fellows.

137. [1] τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ ὁ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε. ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί, Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης, ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν. [2] ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέι, ὃ μὲν ἵππους νέμων, ὁ δὲ βοῦς, ὁ δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων. ἡ δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε· ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι, οὐ μοῦνον ὁ δῆμος· [3] ὅκως δὲ ὀπτῴη, ὁ ἄρτος τοῦ παιδὸς τοῦ θητὸς Περδίκκεω διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ. ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο, εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς· τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι μέγα τι. καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ. [4] οἳ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι. ἐνθαῦτα ὁ βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας, ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ὁ ἥλιος, εἶπε θεοβλαβὴς γενόμενος «μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι,» δέξας τὸν ἥλιον. [5] ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι, ὡς ἤκουσαν ταῦτα· ὁ δὲ παῖς, ἐτύγχανε γὰρ ἔχων μάχαιραν, εἴπας τάδε «δεκόμεθα ὦ βασιλεῦ τὰ διδοῖς,» περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον, περιγράψας δέ, ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου, ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετ᾽ ἐκείνου.

138. They then were going away, and to the king one of those who sat by him at table told what manner of thing the boy had done, and how the youngest of them had taken that which was given with some design: and he hearing this and being moved with anger, sent after them horsemen to slay them. Now there is a river in this land to which the descendents of these men from Argos sacrifice as a saviour. This river, so soon as the sons of Temenos had passed over it, began to flow with such great volume of water that the horsemen became unable to ass over. So the brothers, having come to another region of Macedonia, took up their dwelling near the so-called gardens of Midas the son of Gordias, where roses grow wild which have each one sixty petals and excel all others in perfume. In these gardens too Silenos was captured, as is reported by the Macedonians: and above the gardens is situated a mountain called Bermion, which is inaccessible by reason of the cold. Having taken possession of that region, they made this their starting-point, and proceeded to subdue also the rest of Macedonia.

138. [1] οἳ μὲν δὴ ἀπήισαν, τῷ δὲ βασιλέι σημαίνει τις τῶν παρέδρων οἷόν τι χρῆμα ποιήσειε ὁ παῖς καὶ ὡς σὺν νόῳ κείνων ὁ νεώτατος λάβοι τὰ διδόμενα. ὁ δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπ᾽ αὐτοὺς ἱππέας ἀπολέοντας. ποταμὸς δὲ ἐστὶ ἐν τῇ χώρῃ ταύτῃ, τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπ᾽ Ἄργεος ἀπόγονοι σωτῆρι· [2] οὗτος, ἐπείτε διέβησαν οἱ Τημενίδαι, μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι. οἳ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω, ἐν τοῖσι φύεται αὐτόματα ῥόδα, ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα, ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων. [3] ἐν τούτοισι καὶ ὁ Σιληνὸς τοῖσι κήποισι ἥλω, ὡς λέγεται ὑπὸ Μακεδόνων. ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα, ἄβατον ὑπὸ χειμῶνος. ἐνθεῦτεν δὲ ὁρμώμενοι, ὡς ταύτην ἔσχον, κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην.

139. From this Perdiccas the descent of Alexander was as follows:--Alexander was the son of Amyntas, Amyntas was the son of Alketes, the father of Alketes was Aëropos, of him Philip, of Philip Argaios, and of this last the father was Perdiccas, who first obtained the kingdom.

139. [1] ἀπὸ τούτου δὴ τοῦ Περδίκκεω Ἀλέξανδρος ὧδε ἐγένετο· Ἀμύντεω παῖς ἦν Ἀλέξανδρος, Ἀμύντης δὲ Ἀλκέτεω, Ἀλκέτεω δὲ πατὴρ ἦν Ἀέροπος, τοῦ δὲ Φίλιππος, Φιλίππου δὲ Ἀργαῖος, τοῦ δὲ Περδίκκης ὁ κτησάμενος τὴν ἀρχήν.


Herodotus Book 5: Terpsichore

17. So then those of the Paionians who had been conquered were being brought to Asia: and Megabazos meanwhile, after he had conquered the Paionians, sent as envoys to Macedonia seven Persians, who after himself were the men of most repute in the army. These were being sent to Amyntas to demand of him earth and water for Dareios the king. Now from lake Prasias there is a very short way into Macedonia; for first, quite close to the lake, there is the mine from which after this time there came in regularly a talent of silver every day to Alexander; and after the mine, when you have passed over the mountain called Dysoron, you are in Macedonia.

17. [1] Παιόνων μὲν δὴ οἱ χειρωθέντες ἤγοντο ἐς τὴν Ἀσίην. Μεγάβαζος δὲ ὡς ἐχειρώσατο τοὺς Παίονας, πέμπει ἀγγέλους ἐς Μακεδονίην ἄνδρας ἑπτὰ Πέρσας, οἳ μετ᾽ αὐτὸν ἐκεῖνον ἦσαν δοκιμώτατοι ἐν τῷ στρατοπέδῳ· ἐπέμποντο δὲ οὗτοι παρὰ Ἀμύντην αἰτήσοντες γῆν τε καὶ ὕδωρ Δαρείῳ βασιλέι. [2] ἔστι δὲ ἐκ τῆς Πρασιάδος λίμνης σύντομος κάρτα ἐς τὴν Μακεδονίην· πρῶτον μὲν γὰρ ἔχεται τῆς λίμνης τὸ μέταλλον ἐξ οὗ ὕστερον τούτων τάλαντον ἀργυρίου Ἀλεξάνδρῳ ἡμέρης ἑκάστης ἐφοίτα, μετὰ δὲ τὸ μέταλλον Δύσωρον καλεόμενον ὄρος ὑπερβάντα εἶναι ἐν Μακεδονίην.

18. These Persians then, who had been sent to Amyntas, having arrived came into the presence of Amyntas and proceeded to demand earth and water for king Dareios. This he was willing to give, and also he invited them to be his guests; and he prepared a magnificent dinner and received the Persians with friendly hospitality. Then when dinner was over, the Persians while drinking pledges to one another said thus: "Macedonian guest-friend, it is the custom among us Persians, when we set forth a great dinner, then to bring in also our concubines and lawful wives to sit beside us. Do thou then, since thou didst readily receive us and dost now entertain us magnificently as thy guests, and since thou art willing to give to king Dareios earth and water, consent to follow our custom." To this Amyntas replied: "Persians, among us the custom is not so, but that men should be separate from women. Since however ye being our masters make this request in addition, this also shall be given you." Having so said Amyntas proceeded to send for the women; and when they came being summoned, they sat down in order opposite to the Persians. Then the Persians, seeing women of comely form, spoke to Amyntas and said that this which had been done was by no means well devised; for it was better that the women should not come at all, than that they should come and should not seat themselves by their side, but sit opposite and be a pain to their eyes. So Amyntas being compelled bade them sit by the side of the Persians; and when the women obeyed, forthwith the Persians, being much intoxicated, began to touch their breasts, and some no doubt also tried to kiss them.

18. [1] οἱ ὦν Πέρσαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο, αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέι γῆν τε καὶ ὕδωρ. ὁ δὲ ταῦτά τε ἐδίδου καὶ σφεας ἐπὶ ξείνια καλέει, παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρσας φιλοφρόνως. [2] ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο, διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε. «ξεῖνε Μακεδών, ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι, ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα, τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους. σύ νυν, ἐπεί περ προθύμως μὲν ἐδέξαο μεγάλως δὲ ξεινίζεις, διδοῖς δὲ βασιλέι Δαρείῳ γῆν τε καὶ ὕδωρ, ἕπεο νόμῳ τῷ ἡμετέρῳ.» [3] εἶπε πρὸς ταῦτα Ἀμύντης «ὦ Πέρσαι, νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος, ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν· ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων, παρέσται ὑμῖν καὶ ταῦτα.» εἴπας τοσαῦτα ὁ Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας· αἳ δ᾽ ἐπείτε καλεόμεναι ἦλθον, ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι. [4] ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν· κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν. [5] ἀναγκαζόμενος δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν· πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι, καί κού τις καὶ φιλέειν ἐπειρᾶτο.

19. Amyntas seeing this kept quiet, notwithstanding that he felt anger, because he excessively feared the Persians; but Alexander the son of Amyntas, who was present and saw this, being young and without experience of calamity was not able to endure any longer; but being impatient of it he said to Amyntas: "My father, do thou grant that which thy age demands, and go away to rest, nor persevere longer in the drinking; but I will remain here and give to our guests all that is convenient." On this Amyntas, understanding that Alexander was intending to do some violence, said: "My son, I think that I understand thy words, as the heat of anger moves thee, namely that thou desirest to send me away and then do some deed of violence: therefore I ask of thee not to do violence to these men, that it may not be our ruin, but endure to see that which is being done: as to my departure, however, in that I will do as thou sayest."

19. [1] Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδειμαίνων τοὺς Πέρσας· Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε. «ὦ πάτερ, σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο, μηδὲ λιπάρεε τῇ πόσι· ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι.» [2] πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι ὁ Ἀλέξανδρος, λέγει «ὦ παῖ, σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους, ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον· ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατ᾽ ἄνδρας τούτους, ἵνα μὴ ἐξεργάσῃ ἡμέας, ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα· ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι.»

20. When Amyntas after having made of him this request had departed, Alexander said to the Persians: "With these women ye have perfect freedom, guests, to have commerce with all, if ye so desire, or with as many of them as ye will. About this matter ye shall be they who give the word; but now, since already the hour is approaching for you to go to bed and I see that ye have well drunk, let these women go away, if so it is pleasing to you, to bathe themselves; and when they have bathed, then receive them back into your company." Having so said, since the Persians readily agreed, he dismissed the women, when they had gone out, to the women's chambers; and Alexander himself equipped men equal in number to the women and smooth-faced, in the dress of the women, and giving them daggers he led them into the banqueting-room; and as he led them in, he said thus to the Persians: "Persians, it seems to me that ye have been entertained with a feast to which nothing was wanting; for other things, as many as we had, and moreover such as we were able to find out and furnish, are all supplied to you, and there is this especially besides, which is the chief thing of all, that is, we give you freely in addition our mothers and our sisters, in order that ye may perceive fully that ye are honoured by us with that treatment which ye deserve, and also in order that ye may report to the king who sent you that a man of Hellas, ruler under him of the Macedonians, entertained you well at board and bed." Having thus said Alexander caused a Macedonian man in the guise of a woman to sit by each Persian, and they, when the Persians attempted to lay hands on them, slew them.

20. [1] ὡς δὲ ὁ Ἀμύντης χρηίσας τούτων οἰχώκεε, λέγει ὁ Ἀλέξανδρος πρὸς τοὺς Πέρσας «γυναικῶν τουτέων, ὦ ξεῖνοι, ἔστι ὑμῖν πολλὴ εὐπετείη, καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων. [2] τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε· νῦν δέ, σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης, γυναῖκας ταύτας, εἰ ὑμῖν φίλον ἐστί, ἄπετε λούσασθαι, λουσαμένας δὲ ὀπίσω προσδέκεσθε.» [3] εἴπας ταῦτα, συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι, γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην, αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω, παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε. [4] «ὦ Πέρσαι, οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι· τά τε γὰρ ἄλλα ὅσα εἴχομεν, καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν, πάντα ὑμῖν πάρεστι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον, τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν, ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι, πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ.» [5] ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ· οἳ δέ, ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο, διεργάζοντο αὐτούς.

21. So these perished by this fate, both they themselves and their company of servants; for there came with them carriages and servants and all the usual pomp of equipage, and this was all made away with at the same time as they. Afterwards in no long time a great search was made by the Persians for these men, and Alexander stopped them with cunning by giving large sums of money and his own sister, whose name was Gygaia; --by giving, I say, these things to Bubares a Persian, commander of those who were searching for the men who had been killed, Alexander stopped their search.

21. [1] καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν, καὶ αὐτοὶ καὶ ἡ θεραπηίη αὐτῶν· εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ ἡ πᾶσα πολλὴ παρασκευή· πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο. [2] μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο, καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ, χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη· δοὺς δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ, τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ. ὁ μέν νυν τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη.


22. Thus the death of these Persians was kept concealed. And that these descendants of Perdiccas are Hellenes, as they themselves say, I happen to know myself, and not only so, but I will prove in the succeeding history that they are Hellenes. Moreover the Hellanodicai, who manage the games at Olympia, decided that they were so: for when Alexander wished to contend in the games and had descended for this purpose into the arena, the Hellenes who were to run against him tried to exclude him, saying that the contest was not for Barbarians to contend in but for Hellenes: since however Alexander proved that he was of Argos, he was judged to be a Hellene, and when he entered the contest of the foot-race his lot came out with that of the first.

22. [1] Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας, κατά περ αὐτοὶ λέγουσι, αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες, πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλληνοδίκαι οὕτω ἔγνωσαν εἶναι. [2] Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου καὶ καταβάντος ἐπ᾽ αὐτὸ τοῦτο, οἱ ἀντιθευσόμενοι Ἑλλήνων ἐξεῖργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων· Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε ὡς εἴη Ἀργεῖος, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος στάδιον συνεξέπιπτε τῷ πρώτῳ. ταῦτα μέν νυν οὕτω κῃ ἐγένετο.